Για πληροφορίες και ερωτήσεις γράψτε μας στο ηλεκτρονικό ταχυδρομείο: akhs1914@hotmail.com
Ελάτε να γίνουμε φίλοι στο Face Book _ Κάντε αίτημα φιλίας στο Face Book εδώ: www.facebook.com/Kosmas.Agrinio

Η Εξελικτική Δημιουργία αντιμέτωπη με την Ορθόδοξη διδασκαλία.

ΤΟ ΥΛΙΚΟ ΓΙΑ ΑΥΤΟ ΤΟ ΑΡΘΡΟ ΜΑΣ ΤΟ ΕΔΩΣΕ Ο ΑΓΑΠΗΤΟΣ ΑΔΕΛΦΟΣ ΕΝ ΧΡΙΣΤΩ

Joannes Chrysostomus Scr. Eccl., In Genesim (sermo 3) [Sp.]Vol 56, pg 530, ln 38
Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς. Καὶ ἵνα μὴ δείξῃ τὸ Πνεῦμα τὸ ἅγιον ἀλλότριον τῆς δημιουργίας, Ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. Εἶδες ἐξαίρετον πλάσμα τῆς τοῦ Θεοῦ δημιουργίας;


Chronicon Paschale, Chronicon paschalePage 663, line 4.   χάριν τοῦ ἁγίου πνεύματος λαβεῖν καὶ υἱοθεσίας ἀξιωθῆναι, καὶ κατ' ἰσότητα βασιλικῆς εἰκόνος εἰς πρόσωπον τοῦ θεοῦ λόγου προσκυνούμενον καὶ μετὰ τὴν ἀνάστασιν ἄτρεπτον ταῖς ἐννοίαις καὶ ἀναμάρτητον παντελῶς γενόμενον, καὶ πάλιν εἰρηκότος τὴν ἕνωσιν τοῦ θεοῦ λόγου πρὸς τὸν Χριστὸν τοιαύτην γεγενῆσθαι, οἵαν εἶπεν ὁ ἀπόστολος ἐπὶ ἀνδρὸς καὶ γυναικός, Ἔσονται οἱ δύο εἰς σάρκα μίαν, καὶ πρὸς ταῖς ἄλλαις ἀναριθμήτοις αὐτοῦ βλασφημίαις τολμήσαντος εἰπεῖν ὅτι μετὰ τὴν ἀνάστασιν ἐμφυσήσας ὁ κύριος τοῖς μαθηταῖς καὶ εἰπών, Λάβετε πνεῦμα ἅγιον, οὐ δεδωκὼς αὐτοῖς πνεῦμα ἅγιον, ἀλλὰ σχήματι μόνον ἐνεφύσησεν.


Eusebius Scr. Eccl., Theol., De ecclesiastica theologia Book 3, chapter 5, section 14, line 1
τότε γὰρ «αὐτοῖς ἐνεφύσησεν» καὶ τότε μέρος τι χαρίσματος τοῦ ἁγίου πνεύματος αὐτοῖς , τὸ τῆς ἀφέσεως τῶν ἁμαρτημάτων ποιητικόν, ἐδίδου· «διαιρέσεις» γὰρ «χαρισμάτων εἰσίν», ὧν ἐκ μέρους μὲν αὐτοῖς ἐδωρεῖτο τότε συνὼν καὶ παρὼν αὐτοῖς , μετὰ δὲ ταῦτα μείζονος αὐτοὺς καὶ τελεωτέρας δυνάμεως ἐπλήρου.


Athanasius Theol., Liber de definitionibus [Sp.]Volume 28, page 545, line 55
Ὁ δὲ ἄνθρωπος ἐκ τῆς θείας ἐμπνεύσεως ἔσχηκε τὴν ψυχὴν, διὰ τοῦτο καὶ τὰ θεῖα ἐπιγινώσκει, καὶ τὰ ἄνω διώκει, καὶ τὰ οὐράνια νοεῖ, καὶ λογικὸς ὑπάρχει καὶ ἔννους. Ἀλλὰ μηδεὶς

28.545.55
ὑπονοείτω, ὅτι τὸ πνεῦμα, ὅπερ ἐνεφύσησεν ὁ Θεὸς ἐν τῷ ἀνθρώπῳ, ἐκεῖνο ἐγένετο ψυχή · μὴ γένοιτο·ἀλλὰ τὸ πνεῦμα ἐκεῖνο ψυχὴν ἐδημιούργησεν. Εἰ γὰρ

28.548.1
ἐκεῖνο τὸ πνεῦμα ψυχὴ ἐν τῷ ἀνθρώπῳ, τάχα ἐκ τῆς οὐσίας τοῦΘεοῦ ἡ ψυχὴ ἔμελλεν εἶναι. Ἐὰν ὑπῆρχεν ἡ ψυχὴ ἐκ τῆς οὐσίας τοῦ Θεοῦ, διὰ τί οὐκ ἔστι πάντοτε ἀναλλοίωτος, ἄτρεπτος, ὥσπερ ὁ Θεός;
Ἐρώτ. κθʹ. Διὰ τί ἐνεφύσησεν ὁ Χριστὸς τοῖς μαθηταῖς αὐτοῦ λέγων · «Λάβετε Πνεῦμα ἅγιον;»

28.720.15 Ἀπόκ.

Ὥσπερ ἐπὶ τοῦ τυφλοῦ ἐποίησε πηλὸν, καὶ ἐπέχρισε τοὺς ὀφθαλμοὺς αὐτοῦ, ἵνα δείξῃ, ὅτι αὐτός ἐστιν ὁ πλάσας κατ' ἀρχὰς τὸν ἄνθρωπον ἐκ τοῦ πηλοῦ· τὸν αὐτὸν δὴ τρόπον καὶ τοῖς μαθηταῖς ἐνεφύσησε, δεικνὺς, ὅτι αὐτός ἐστιν ὁ δοὺς πνοὴν καὶ

28.720.20 ζωὴν τοῖς ἀνθρώποις διὰ τοῦ παλαιοῦ ἐμφυσήματος τοῦ πρὸς τὸν Ἀδάμ. 
Εἰπὼν δὲ αὐτοῖς · «Λάβετε Πνεῦμα ἅγιον·» 
ἔδωκεν αὐτοῖς ἐξουσίαν καὶ χάριν διὰ τοῦ ἐμφυσήματος πρὸς τὸ ἀφιέναι ἁμαρτίας. 
Διὰ τῆς ἐπιφοιτήσεως ἐν τῇ ἁγίᾳ Πεντηκοστῇ τὴν τοῦ

28.720.25
βαπτίσματος καὶ τὴν τῶν σημείων ἐνέργειαν παρ -εῖχε. Διό φησιν· «Ὑμεῖς δὲ βαπτισθ ήσεσθε ἐνΠνεύματι ἁγίῳ, καὶ λήψεσθε δύναμιν ἐπελθόντος τοῦἁγίου Πνεύματος ἐφ' ὑμᾶς.» Πρὸ γὰρ τοῦ πάθουςοὐκ ἐν Πνεύματι ἁγίῳ τὰς ἰάσεις ἐποίουν οἱ ἀπό -

28.720.30
στολοι, ἀλλὰ τῇ παρὰ τοῦ Χριστοῦ ἐξουσίᾳ καὶ προστάξει. «Οὔπω γὰρ ἦν Πνεῦμα ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη.» Δεδόξασται δὲ ἐγερθεὶς ἐκ νεκρῶν. Πνεῦμα δὲ ἅγιον ὀνομάζων οὐ τοῦ ἁγίου Πνεύματος τὴν ὑπόστασιν· αὐτὸ γὰρ ἦν τε ἀεὶ καὶ

28.720.35
ἔστι καὶ ἔσται, ἀλλὰ τὸ τοῦ ἁγίου Πνεύματος χάρισμα, ὅπερ κατὰ τὴν δεκάτην ἡμέραν τῆς ἀναλήψεως, πεντηκοστὴν δὲ τῆς ἀναστάσεως, ἐπὶ τοὺς Χριστοῦ μαθητὰς κατεφοίτησεν.

Joannes Damascenus Scr. Eccl., Theol., Vita Barlaam et Joasaph [Sp.]Page 106, line 19
τὸν γὰρ ἄνθρωπον ἐξ ἀρχῆς ὁ Θεὸς ἐκ γῆς διαπλάσας, καθὰ δὴ καὶ προλαβὼν εἶπόν σοι, ἐνεφύσησεν εἰς αὐτὸν πνοήν, ἥτις ψυχὴ λογική τε καὶ νοερὰ προσαγορεύεται· ἐπεὶ δὲ θάνατον κατεκρίθημεν, ἀποθνήσκομεν πάντες, καὶ οὐκ ἔστι τὸ ποτήριον τοῦτό τινα τῶν ἀνθρώπων παραδραμεῖν· ἔστι δὲ ὁ θάνατος χωρισμὸς ψυχῆς ἀπὸ τοῦ σώματος.

Μ. Βασιλείου PG 29, 449
«Ἐνεφύσησε γάρ εἰς τό πρόσωπον αὐτοῦ , τουτέστιμοίράν τινα τῆς αὐτοῦ Χάριτος ἐναπέθετο τῷ ἀνθρώπῳ, ἵνα τῷ ὁμοίωςἐπιγινώσκῃ τό ὅμοιον».


Septuaginta, Tobias (Cod. Vaticanus + Cod. Alexandrinus)Chapter 8, section 6, line 1

σὺ ἐποίησας Αδαμ καὶ ἔδωκας αὐτῷ βοηθὸν Ευαν στήριγμα τὴν γυναῖκα αὐτοῦ· ἐκ τούτων ἐγενήθη τὸ ἀνθρώπων σπέρμα.


Septuaginta, Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)Chapter 33, section 10, line 2

καὶ ἄνθρωποι πάντες ἀπὸ ἐδάφους, καὶ ἐκ γῆς ἐκτίσθη Αδαμ·ἐν πλήθει ἐπιστήμης κύριος διεχώρισεν αὐτοὺς καὶ ἠλλοίωσεν τὰς ὁδοὺς αὐτῶν·


Ignatius Scr. Eccl., Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]Epistle 10, chapter 4, section 2, line 3

οὔτε ἀνὴρ χωρὶς γυναικὸςοὔτε γυνὴ χωρὶς ἀνδρός, εἰ μὴ ἐπὶ τῶν πρωτοπλάστων· τοῦ γὰρ

10.4.2.3
Ἀδὰμ τὸ σῶμα ἐκ τῶν τεσσάρων στοιχείων, τῆς δὲ Εὔας ἐκ τῆς πλευρᾶς τοῦ Ἀδάμ·

Irenaeus Theol., Adversus haereses (liber 3)Section 33, line 2

Εἰ τοί νυν ὁ πρῶτος  33.2 
Ἀδὰμ ἔσχε πατέρα ἄνθρωπον καὶ ἐκ σπέρματος ἐγεννήθη, εἰκὸς ἦν καὶ τὸν δεύτερον Ἀδὰμ λέγειν αὐτοὺς ἐξ Ἰωσὴφ γεγεννῆσθαι. Εἰ δὲ ἐκεῖνος ἐκ γῆς ἐλήφθη,33.5
Πλάστης δὲ αὐτοῦ ὁ Θεός, ἔδει καὶ τὸν ἀνακεφαλαιούμενον εἰς αὐτὸν τὸν ὑπὸ τοῦ Θεοῦ πεπλασμένον ἄνθρωποντὴν αὐτὴν ἐκείνῳ τῆς γεννήσεως ἔχειν ὁμοιότητα.

Gregorius Nyssenus Theol., Ad Simplicium de fideVolume 3,1, page 65, line 12

Οἱ δὲ λέγοντες τὸ γεννητὸν τῷ ἀγεννήτῳ εἶναι κατὰτὴν φύσιν ἀνόμοιον διδαχθήτωσαν μὴ μωραίνειν ἐκ τοῦ κατὰτὸν Ἄβελ καὶ τὸν Ἀδὰμ ὑποδείγματος· καὶ γὰρ καὶ ὁἈδὰμ κατὰ τὴν φυσικὴν τῶν ἀνθρώπων γέννησιν οὐκ ἐγεννήθη, ὁ δὲ Ἄβελ ἐκ τοῦ Ἀδὰμ ἐγεννήθη.


Gregorius Nyssenus Theol., Ad Simplicium de fideVolume 3,1, page 65, line 16

ἀλλὰ μὴν ὁ μὴγεννηθεὶς ἀγέννητος λέγεται καὶ ὁ γεννηθεὶς γεννητός· οὐδὲν δὲ ἐκώλυσε τὸ μὴ γεγεννῆσθαι τὸν Ἀδὰμ πρὸς τὸ ἄνθρωπον εἶναι.


Gregorius Nyssenus Theol., Antirrheticus adversus ApollinariumVolume 3,1, page 169, line 11

ἐκ γὰρ τοῦ Ἀδὰμ λέγει ἡ γραφὴ τὸ ἀνθρώπινον γενέσθαι καὶ πρῶτον ἐκεῖνον διὰ τῆς θείας δυνάμεως ἐκ γῆς φῦναι.


Athanasius Theol., Orationes tres contra ArianosVolume 26, page 249, line 34

Οὕτω καὶ τῶν τετραπόδων καὶ πετεινῶν, καὶ νηκτῶν,καὶ κτηνῶν, καὶ τῶν φυτῶν ἡ γένεσις ἐπλάσθη· οὕτω καὶ τὸ κατ' εἰκόνα γένος γέγονε τῶν ἀνθρώπων· εἰ γὰρ καὶ ὁ Ἀδὰμ ἐκ γῆς μόνος ἐπλάσθη, ἀλλ' ἐν αὐτῷ ἦσαν οἱ λόγοι τῆς διαδοχῆς παντὸς τοῦ γένους.


Athanasius Theol., Quaestiones in scripturam sacram [Sp.]Volume 28, page 737, line 22

Ἐπειδὴ οὐκ ἠθέλησεν ὁ Θεὸς γενέσθαι τοῦ θανάτου τὸ θεμέλιον ἰσχυρόν· εἰ γὰρ ὁ Ἀδὰμ πρῶτος ἐτελεύτησεν, ἰσχυρὰν ἐκεῖνος ἂν τὴν κρηπῖδα ἔσχεν, ὡς πρῶτον νεκρὸν τὸν ἡμαρτηκότα δεξάμενος.

Athanasius Theol., Quaestiones aliae [Sp.]Page 785, line 40

Ἡ γὰρ Εὔα οὔτε ἐγεννήθη, ὡςἐγεννήθη ὁ Σὴθ, οὔτε ἀγέννητος ἦν, ὥσπερ ὁ Ἀδάμ·ἀλλ' ἐπορεύθη ἐκ τῆς πλευρᾶς τοῦ Ἀδάμ.


Athanasius Theol., Dialogi duo contra Macedonianos [Sp.]Volume 28, page 1304, line 38 Ὀρθ. 

Τῶν μὲν ἀνθρώπων, Παύλου, καὶ Πέτρου, καὶ Τιμοθέου, προϋπάρχουσιν ἄνθρωποι, καὶ τῶν πρὸαὐτῶν ἄλλοι· τοῦ δὲ Ἀδὰμ οὐ προϋπάρχει ἄλλος,ἀλλ' αὐτὸς ὁ Θεός.


Basilius Theol., EpistulaeEpistle 362, section 1, line 20

Καθὸ μηδὲ τοῦ Ἀδὰμ ὡς θεοπλάστου καὶ ἡμῶν ὡς ἀνθρωπογεννήτων ἓν ὑπέρκειται γένος, ἀλλ' αὐτὸς ἀνθρώπων ἀρχή· μήτε ὕλη κοινὴ αὐτοῦ τε καὶ ἡμῶν, ἀλλ' αὐτὸς ἡ πάντων ἀνθρώπων ὑπόθεσις.


Basilius Theol., Enarratio in prophetam Isaiam [Dub.]Chapter 7, section 202, line 43

Ἐπειδὴ γὰρ ὁ πρῶτος Ἀδὰμ οὐ τῇ ἐξ ἀνδρὸς καὶ γυναικὸς συνόδῳ παρῆλθεν εἰς γένεσιν, ἀλλ' ἐκ τῆς γῆς ἀνεπλάσθη, καὶ ὁ ἔσχατος Ἀδὰμ τὴν ἐκείνου φθορὰν ἀνακαινίζων, ἐν τῇ παρθενικῇ μήτρᾳ διαπλασθὲν τὸ σῶμα ἔλαβεν, ἵνα ἐν τῷ ὁμοιώματι γένηται τῷ τῆς ἁμαρτίας διὰ σαρκός.

Basilius Theol., Adversus Eunomium (libri 5)Volume 29, page 680, line 7

Οὐδὲ γὰρ Ἄβελ, ὁ ἐκ συνδυασμοῦ γεννηθεὶς, ἕτερος παρὰ τὸνἈδὰμ, τοῦ Ἀδὰμ μὴ γεννηθέντος ἀλλὰ πλασθέντος.



Joannes Chrysostomus Scr. Eccl., De virginitateSect 14, ln 74

Ποῖος γάρ, εἰπέ μοι, γάμος ἀπέτεκε Ἀδάμ;